Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.411 Joseph. AJ 8.416 (English) >>Joseph. AJ 8.420

8.414ὡς ἐγγὺς ὄντες ἔγνωσαν οὐκ ὄντα τοῦτον, ἀνεχώρησαν ὀπίσω, ἀπό τε ἀρχομένης ἠοῦς ἄχρι δείλης μαχόμενοι καὶ νικῶντες ἀπέκτειναν οὐδένα κατὰ τὴν τοῦ βασιλέως ἐντολὴν ζητοῦντες τὸν Ἄχαβον ἀνελεῖν μόνον καὶ εὑρεῖν οὐ δυνάμενοι. παῖς δέ τις βασιλικὸς τοῦ Ἀδάδου Ἀμανὸς ὄνομα τοξεύσας εἰς τοὺς πολεμίους τιτρώσκει τὸν βασιλέα διὰ τοῦ θώρακος κατὰ τοῦ πνεύμονος. 8.415Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν μὴ τραπείησαν, τὸν δʼ ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης· χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε. 8.416

Καὶ τὸ μὲν τῶν Σύρων στράτευμα νυκτὸς ἤδη γενομένης ἀνεχώρησεν εἰς τὴν παρεμβολήν, καὶ δηλώσαντος τοῦ στρατοκήρυκος ὅτι τέθνηκεν Ἄχαβος ἀνέζευξαν εἰς τὰ ἴδια, κομίσαντες δὲ τὸν Ἀχάβου νεκρὸν εἰς Σαμάρειαν ἐκεῖ θάπτουσι. 8.417καὶ τὸ ἅρμα ἀποπλύναντες ἐν τῇ Ἱεζερήλα κρήνῃ καθῃμαγμένον τῷ τοῦ βασιλέως φόνῳ ἀληθῆ τὴν Ἠλία προφητείαν ἐπέγνωσαν· οἱ μὲν γὰρ κύνες ἀνελιχμήσαντο τὸ αἷμα, αἱ δὲ ἑταιριζόμεναι ἐν τῇ κρήνῃ τὸ λοιπὸν λουόμεναι τούτῳ διετέλουν. ἀπέθανε δʼ ἐν Ἀραμάθῃ, Μιχαία τοῦτο προειπόντος. 8.418συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δʼ ὅτι προφητείας καὶ τῆς διὰ τῶν τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ φυλάξασθαι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.411 Joseph. AJ 8.416 (English) >>Joseph. AJ 8.420

Powered by PhiloLogic